Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.66 Joseph. AJ 12.70 (English) >>Joseph. AJ 12.75

12.69ὑπὸ δὲ τὸν στέφανον ὁμοίως τῶν ὠῶν διάθεσις πεποίητο καὶ τῆς ῥαβδώσεως ἀναγλυφή, τῆς τραπέζης ἐπʼ ἀμφότερον μέρος ἔχειν τὴν αὐτὴν τῆς ποικιλίας τῶν ἔργων καὶ γλαφυρότητος θέαν κατεσκευασμένης, ὡς καὶ τὴν τῶν ἄλλων κυμάτων θέσιν καὶ τὴν τῆς στεφάνης μηδὲ τῆς τραπέζης ἐφʼ ἕτερον μέρος ἐναλλαττομένης γίγνεσθαι διάφορον, τὴν δʼ αὐτὴν ἄχρι καὶ τῶν ποδῶν ὄψιν τῆς ἐπιτεχνήσεως διατετάσθαι. 12.70ἔλασμα γὰρ χρυσοῦ τὸ πλάτος τεσσάρων δακτύλων ποιήσαντες καθʼ ὅλου τοῦ τῆς τραπέζης πλάτους εἰς τοῦτο τοὺς πόδας αὐτῆς ἐνέθεσαν, ἔπειτα περόναις καὶ κατακλεῖσιν αὐτοὺς ἐνέσφιγγον τῇ τραπέζῃ κατὰ τὴν στεφάνην, ἵνα τὴν θέαν τῆς καινουργίας καὶ πολυτελείας, ἐφʼ τις ἂν στήσῃ τὴν τράπεζαν μέρει, παρέχωσι τὴν αὐτήν. 12.71ἐπὶ δὲ τῆς τραπέζης μαίανδρον ἐξέγλυψαν λίθους αὐτῷ κατὰ μέσον ἀξιολόγους ὥσπερ ἀστέρας ποικίλης ἰδέας ἐνθέντες, τόν τε ἄνθρακα καὶ τὸν σμάραγδον ἥδιστον προσαυγάζοντας αὐτῶν ἑκάτερον τοῖς ὁρῶσιν, τῶν τε ἄλλων γενῶν ὅσοι περισπούδαστοι καὶ ζηλωτοὶ πᾶσιν διὰ τὴν πολυτέλειαν τῆς φύσεως ὑπάρχουσιν. 12.72μετὰ δὲ τὸν μαίανδρον πλέγμα τι σχοινοειδὲς περιῆκτο ῥόμβῳ τὴν κατὰ μέσον ὄψιν ἐμφερές, ἐφʼ οὗ κρύσταλλός τε λίθος καὶ ἤλεκτρον ἐντετύπωτο τῇ παραλλήλῳ τῆς ἰδέας γειτνιάσει ψυχαγωγίαν θαυμαστὴν παρέχον τοῖς βλέπουσιν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.66 Joseph. AJ 12.70 (English) >>Joseph. AJ 12.75

Powered by PhiloLogic